# Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 1.40

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-5/1.40

πολλὰ τοιαῦτα πρὸς τὸν βασιλέα εἰπὼν καὶ τυχὼν αὐτοῦ προθύμου πράττειν ἃ ξυνεβούλευεν, ἔτι καὶ τῆς πρὸς τοὺς μάγους ξυνουσίας ἱκανῶς ἔχων ἄγε, ὦ Δάμι, ἔφη ἐς Ἰνδοὺς ἴωμεν. οἱ μὲν γὰρ τοῖς Λωτοφάγοις προσπλεύσαντες ἀπήγοντο τῶν οἰκείων ἠθῶν ὑπὸ τοῦ βρώματος, ἡμεῖς δὲ μὴ γευόμενοί τινος τῶν ἐνταῦθα καθήμεθα πλείω χρόνον τοῦ εἰκότος τε καὶ ξυμμέτρου. κἀμοὶ ἔφη ὁ Δάμις ὑπερδοκεῖ ταῦτα· ἐπεὶ δὲ ἐνεθυμούμην τὸν χρόνον, ὃν ἐν τῇ λεαίνῃ διεσκέψω, περιέμενον ἀνυσθῆναι αὐτόν· οὔπω μὲν οὖν ἐξήκει πᾶς, ἐνιαυτὸς γὰρ ἡμῖν ἤδη καὶ μῆνες τέτταρες· εἰ δὲ ἤδη κομιζοίμεθα, εὖ ἂν ἔχοι; οὐδὲ ἀνήσει ἡμᾶς, ἔφη ὦ Δάμι, ὁ βασιλεὺς πρότερον ἢ τὸν ὄγδοον τελευτῆσαι μῆνα· χρηστὸν γάρ που ὁρᾷς αὐτὸν καὶ κρείττω ἢ βαρβάρων ἄρχειν.

---

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg001.local001/.
