Ancient Greek
Book 2
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 2.1
Not analysed yet
ἐντεῦθεν ἐξελαύνουσι περὶ τὸ θέρος αὐτοί τε ὀχούμενοι καὶ ὁ ἡγεμών, ἱπποκόμος δὲ ἦν τῶν καμήλων καὶ τὰ ἐπιτήδεια, ὁπόσων ἐδέοντο, ἦν ἄφθονα βασιλέως δόντος, ἥ τε χώρα, διʼ ἧς ἐπορεύοντο, εὖ ἔπραττεν, ἐδέχοντο δὲ αὐτοὺς αἱ κῶμαι θεραπεύουσαι· χρυσοῦ γὰρ ψάλιον ἡ πρώτη κάμηλος ἐπὶ τοῦ μετώπου ἔφερε, γιγνώσκειν τοῖς ἐντυγχάνουσιν, ὡς πέμποι τινὰ ὁ βασιλεὺς τῶν ἑαυτοῦ φίλων.