Ancient Greek
Book 2
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 2.10
Not analysed yet
τὴν δὲ Ἄορνον πέτραν οὐ πολὺ ἀπέχουσαν τῆς Νύσης ἰδεῖν μὲν οὔ φησιν ὁ Δάμις, ἐν ἐκβολῇ γὰρ κεῖσθαι τῆς ὁδοῦ καὶ δεδιέναι τὸν ἡγεμόνα ἐκτρέπεσθαί ποι παρὰ τὸ εὐθύ, ἀκοῦσαι δέ, ὡς ἁλωτὸς μὲν Ἀλεξάνδρῳ γένοιτο, Ἄορνος δὲ ὀνομάζοιτο οὐκ ἐπειδὴ στάδια πεντεκαίδεκα ἀνέστηκε, πέτονται γὰρ καὶ ὑπὲρ τοῦτο οἱ ἱεροὶ ὄρνιθες, ἀλλʼ ἐν κορυφῇ τῆς πέτρας ῥῆγμα εἶναί φασι τοὺς ὑπερπετομένους τῶν ὀρνίθων ἐπισπώμενον, ὡς Ἀθήνησί τε ἰδεῖν ἐστιν ἐν προδόμῳ τοῦ Παρθενῶνος καὶ πολλαχοῦ τῆς Φρυγῶν καὶ Λυδῶν γῆς, ὑφʼ οὗ τὴν πέτραν Ἄορνον κεκλῆσθαί τε καὶ εἶναι.