Ancient Greek
Book 2
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 2.16
Not analysed yet
ἐγὼ δὲ εὗρον ἐν τοῖς Ἰόβα λόγοις, ὡς καὶ ξυλλαμβάνουσιν ἀλλήλοις ἐν τῇ θήρᾳ καὶ προΐστανται τοῦ ἀπειπόντος, κἂν ἐξέλωνται αὐτόν, τὸ δάκρυον τῆς ἀλόης ἐπαλείφουσι τοῖς τραύμασι περιεστῶτες ὥσπερ ἰατροί. πολλὰ τοιαῦτα ἐφιλοσοφεῖτο αὐτοῖς ἀφορμὰς ποιουμένοις τὰ λόγου ἄξια.