# Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 2.23

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-5/2.23

τοιαῦτα σπουδάζοντι τῷ ἀνδρὶ ἐφίστανται παρὰ τοῦ βασιλέως ἄγγελοι καὶ ἑρμηνεύς, ὡς ποιοῖτο αὐτὸν ὁ βασιλεὺς ξένον ἐς τρεῖς ἡμέρας, μὴ γὰρ πλειόνων νενομίσθαι τοὺς ξένους ἐνομιλεῖν τῇ πόλει, καὶ ἡγοῦντο αὐτῷ ἐς τὰ βασίλεια. ἡ πόλις δʼ ὡς μὲν ἔχει τοῦ τείχους, εἴρηκα, φασὶ δʼ ὡς ἀτάκτως τε καὶ Ἀττικῶς τοὺς στενωποὺς τέτμηται κατεσκεύασταί τε οἰκίαις, εἰ μὲν ἔξωθεν ὁρῴη τις αὐτάς, ἕνα ἐχούσαις ὄροφον, εἰ δʼ ἔσω παρέλθοι τις, ὑπογείοις ἤδη καὶ παρεχομέναις ἴσα τοῖς ἄνω τὰ ὑπὸ τῇ γῇ.

---

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg001.local001/.
