# Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 3.29

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-5/3.29

ἡ μὲν δὴ πρώτη παροινία τοῦ βασιλέως ἐνταῦθα ἔληξεν· ἀκούσας γὰρ ἐπαινεῖσθαι αὑτὸν ὑπὸ τοῦ Φραώτου τῆς τε ὑποψίας ἐπελάθετο καὶ ὑφεὶς τοῦ τόνου χαῖρε, ἔφη ἀγαθὲ ξένε. ὁ δὲ Ἀπολλώνιος καὶ σύ, βασιλεῦ, εἶπεν ἔοικας γὰρ νῦν ἥκοντι. τίς σε ἔφη πρὸς ἡμᾶς ἤγαγεν; οὗτοι εἶπεν οἱ θεοί τε καὶ σοφοὶ ἄνδρες. περὶ ἐμοῦ δέ, ἔφη ὦ ξένε, τίς λόγος ἐν τοῖς Ἕλλησιν; ὅσος γε εἶπε καὶ περὶ Ἑλλήνων ἐνταῦθα. οὐδὲν, ἔφη τῶν παρʼ Ἕλλησιν ἔγωγε λόγου ἀξιῶ. ἀπαγγελῶ ταῦτα, εἶπε καὶ στεφανώσουσί σε ἐν Ὀλυμπίᾳ.

---

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg001.local001/.
