# Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 3.36

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-5/3.36

ταῦτα τοῦ Ἰνδοῦ διελθόντος ἐκπεσεῖν ὁ Δάμις ἑαυτοῦ φησιν ὑπʼ ἐκπλήξεως καὶ ἀναβοῆσαι μέγα, μὴ γὰρ ἄν ποτε νομίσαι ἄνδρα Ἰνδὸν ἐς τοῦτο ἐλάσαι γλώττης Ἑλλάδος, μηδʼ ἄν, εἴπερ τὴν γλῶτταν ἠπίστατο, τοσῇδε εὐροίᾳ καὶ ὥρᾳ διελθεῖν ταῦτα. ἐπαινεῖ δὲ αὐτοῦ καὶ βλέμμα καὶ μειδίαμα καὶ τὸ μὴ ἀθεεὶ δοκεῖν ἐκφέρειν τὰς δόξας. τόν τοι Ἀπολλώνιον εὐσχημόνως τε καὶ ἀψοφητὶ τοῖς λόγοις χρώμενον ὅμως ἐπιδοῦναι μετὰ τὸν Ἰνδὸν τοῦτον, καὶ ὅπου καθήμενος διαλέγοιτο, θαμὰ δὲ τοῦτο ἔπραττε, προσεοικέναι τῷ Ἰάρχᾳ.

---

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg001.local001/.
