# Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 3.40

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-5/3.40

πατρὸς δʼ αὖ τινος εἰπόντος, ὡς γένοιντο μὲν αὐτῷ παῖδες, ἀποθάνοιεν δὲ ὁμοῦ τῷ ἄρξασθαι οἶνον πίνειν ὑπολαβὼν εἶπεν ὁ Ἰάρχας καὶ βελτίους ἀποθανόντες ἐγένοντο, οὐ γὰρ ἂν διέφυγον τὸ μὴ μανῆναι, θερμοτέρων, ὡς φαίνεται, σπερμάτων φύντες. οἴνου μὲν οὖν ἀφεκτέον τοῖς ἐξ ὑμῶν, ὡς δὲ μηδὲ ἐς ἐπιθυμίαν ποτὲ οἴνου κατασταῖεν, εἴ σοί πάλιν παιδίον γένοιτο, γέγονε δὲ ἑβδόμην ἡμέραν, ὡς ὁρῶ, τὴν γλαῦκα τὴν ὄρνιν χρὴ ἐπιφυλάττειν, οὗ νεοττεύει, καὶ τὰ ᾠὰ σπάσαντα δοῦναι μασᾶσθαι τῷ βρέφει συμμέτρως ἕψοντα, εἰ γὰρ βρώσεταί τι τούτων, πρὶν οἴνου γεύσεται, μῖσος αὐτῷ πρὸς τὸν οἶνον ἐμφύσεται καὶ σωφρονέστατα διακείσεται μόνου ξυγκεκραμένος τοῦ ἐν τῇ φύσει θερμοῦ. Τούτων οὖν ἐμπιπλάμενοι καὶ τοὺς ἄνδρας ἐκπληττόμενοι τῆς ἐς πάντα σοφίας παμπόλλους ὁσημέραι λόγους ἠρώτων, πολλοὺς δὲ καὶ αὐτοὶ ἠρωτῶντο.

---

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg001.local001/.
