# Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 3.43

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-5/3.43

καὶ χαριεντιζόμενος ἅμα πρὸς τὸν Δάμιν σὺ δʼ οὐδὲν ἔφη προγιγνώσκεις, Ἀσσύριε, καὶ ταῦτα ξυνὼν ἀνδρὶ τοιούτῳ; νὴ Δίʼ, εἶπε τά γε ἐμαυτῷ ἀναγκαῖα· ἐπειδὴ γὰρ πρώτῳ ἐνέτυχον τῷ Ἀπολλωνίῳ τούτῳ καὶ σοφίας μοι ἔδοξε πλέως δεινότητός τε καὶ σωφροσύνης καὶ τοῦ καρτερεῖν ὀρθῶς, ἐπεὶ δὲ καὶ μνημοσύνην ἐν αὐτῷ εἶδον, πολυμαθέστατόν τε καὶ φιλομαθίας ἥττω, δαιμόνιόν τί μοι ἐγένετο, καὶ ξυγγενόμενος αὐτῷ σοφὸς μὲν ᾠήθην δόξειν ἐξ ἰδιώτου τε καὶ ἀσόφου, πεπαιδευμένος δὲ ἐκ βαρβάρου, ἑπόμενος δὲ αὐτῷ καὶ ξυσπουδάζων ὄψεσθαι μὲν Ἰνδούς, ὄψεσθαι δὲ ὑμᾶς, Ἕλλησί τε ἐπιμίξειν Ἕλλην ὑπʼ αὐτοῦ γενόμενος. τὰ μὲν δὴ ὑμέτερα περὶ μεγάλων ὄντα Δελφοὺς ἡγεῖσθε καὶ Δωδώνην καὶ ὅ τι βούλεσθε, τἀμὰ δέ, ἐπειδὴ Δάμις μὲν ὁ προγιγνώσκων αὐτά, προγιγνώσκει δʼ ὑπὲρ αὑτοῦ μόνου, γραὸς ἔστω ἀγυρτρίας μαντευομένης ὑπὲρ προβατίων καὶ τῶν τοιούτων.

---

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg001.local001/.
