Ancient Greek
Book 3
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 3.47
Not analysed yet
καὶ εἰπὼν ταῦτα ἔδειξε τὴν λίθου αὐτήν τε καὶ ὁπόσα ἐργάζεται. τοὺς δὲ πυγμαίους οἰκεῖν μὲν ὑπογείους, κεῖσθαι δὲ ὑπὲρ τὸν Γάγγην ζῶντας τρόπον, ὃς πᾶσιν εἴρηται. σκιάποδας δὲ ἀνθρώπους ἢ μακροκεφάλους ἢ ὁπόσα Σκύλακος ξυγγραφαὶ περὶ τούτων ᾅδουσιν, οὔτε ἄλλοσέ ποι βιοτεύειν τῆς γῆς οὔτε μὴν ἐν Ἰνδοῖς.