Ancient Greek
3.51 to 3.52
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 3.51-52
Not analysed yet
ἐνταῦθα ἥκων τὰς μὲν καμήλους ἀπέπεμψε τῷ Ἰάρχᾳ μετʼ ἐπιστολῆς· Ἀπολλώνιος Ἰάρχᾳ καὶ ʽτοῖσʼ ἑτέροις σοφοῖς χαίρειν. ἀφικομένῳ μοι πεζῇ πρὸς ὑμᾶς δεδώκατε τὴν θάλατταν, ἀλλὰ καὶ σοφίας τῆς ἐν ὑμῖν κοινωνήσαντες δεδώκατε καὶ διὰ τοῦ οὐρανοῦ πορεύεσθαι. μεμνήσομαι τούτων καὶ πρὸς Ἕλληνας κοινωνήσω τε λόγων ὡς παροῦσιν ὑμῖν, εἰ μὴ μάτην ἔπιον τοῦ Ταντάλου. ἔρρωσθε ἀγαθοὶ φιλόσοφοι. αὐτὸς δὲ ἐπιβὰς νεὼς ἐκομίζετο λείῳ καὶ εὐφόρῳ πνεύματι θαυμάζων τὸ στόμα τοῦ Ὑφάσιδος, ὡς φοβερῶς διʼ αὐτοῦ ἐκχεῖται· τελευτῶν γάρ, ὡς ἔφην, ἐς χωρία πετρώδη καὶ στενὰ καὶ κρημνοὺς ἐκπίπτει, διʼ ὧν καταρρηγνὺς ἐς τὴν θάλατταν ἑνὶ στόματι χαλεπὸς δοκεῖ τοῖς ἄγαν τῇ γῇ προσκειμένοις.