# Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 3.53

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-5/3.53

καὶ μὴν καὶ τὸ τοῦ Ἰνδοῦ στόμα ἰδεῖν φασι, πόλιν δὲ ἐπʼ αὐτοῦ κεῖσθαι Πάταλα περίρρυτον τῷ Ἰνδῷ, ἐς ἣν τὸ ναυτικὸν τοῦ Ἀλεξάνδρου ἐλθεῖν, ᾧ ναύαρχον ἐπιτετάχθαι Νέαρχον οὐκ ἀγύμναστον τῆς θαλαττίου τάξεως. ἃ δὲ Ὀρθαγόρᾳ περὶ τῆς Ἐρυθρᾶς εἴρηται, καὶ ὅτι μήτε ἡ ἄρκτος ἐν αὐτῇ φαίνοιτο, μήτε σημαίνοιντο τὴν μεσημβρίαν οἱ πλέοντες οἵ τε ἐπίδηλοι τῶν ἀστέρων ἐξαλλάττοιεν τῆς ἑαυτῶν τάξεως, δοκεῖ καὶ Δάμιδι, καὶ χρὴ πιστεύειν ὑγιῶς τε καὶ κατὰ τὸν ἐκεῖ οὐρανὸν εἰρῆσθαι ταῦτα. μνημονεύουσι καὶ νήσου μικρᾶς, ᾗ ὄνομα εἶναι Βίβλον, ἐν ᾗ οἱ μύες ὄστρεά τε καὶ τὰ τοιαῦτα δεκαπλάσια τῶν Ἑλληνικῶν τὸ μέγεθος ταῖς πέτραις προσπέφυκεν. ἁλίσκεται δὲ καὶ λίθος ἐκεῖ μαργαρὶς ἐν ὀστράκῳ λευκῷ καρδίας τόπον ἔχουσα τῷ ὀστρέῳ.

---

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg001.local001/.
