# Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 3.55

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-5/3.55

φασὶ δὲ καὶ τοῖς Ἰχθυοφάγοις ἐντυχεῖν, οἷς πόλιν εἶναι Στόβηρα, διφθέρας δὲ τούτους ἐνῆφθαι μεγίστων ἰχθύων, καὶ τὰ πρόβατα τὰ ἐκείνῃ ἰχθυώδη εἶναι καὶ φαγεῖν ἄτοπα, τοὺς γὰρ ποιμένας βόσκειν αὐτὰ τοῖς ἰχθύσιν, ὥσπερ ἐν Καρίᾳ τοῖς σύκοις. Καρμανοὶ δὲ Ἰνδοὶ γένος ἥμερον εὔιχθυν οὕτω νέμονται θάλατταν, ὡς μηδʼ ἀποθέτους ποιεῖσθαι τοὺς ἰχθῦς, μηδέ, ὥσπερ ὁ Πόντος, ταριχεύειν, ἀλλʼ ὀλίγους μὲν αὐτῶν ἀποδίδοσθαι, τοὺς δὲ πολλοὺς ἀσπαίροντας ἀποδιδόναι τῇ θαλάττῃ.

---

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg001.local001/.
