# Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 4.1

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-5/4.1

ἐπεὶ δὲ εἶδον τὸν ἄνδρα ἐν Ἰωνίᾳ παρελθόντα ἐς τὴν Ἔφεσον, οὐδὲ οἱ βάναυσοι ἔτι πρὸς ταῖς ἑαυτῶν τέχναις ἦσαν, ἀλλʼ ἠκολούθουν ὁ μὲν σοφίας, ὁ δὲ εἴδους, ὁ δὲ διαίτης, ὁ δὲ σχήματος, οἱ δὲ πάντων ὁμοῦ θαυμασταὶ ὄντες, λόγοι τε περὶ αὐτοῦ ἐφοίτων οἱ μὲν ἐκ τοῦ Κολοφῶνι μαντείου κοινωνὸν τῆς ἑαυτοῦ σοφίας καὶ ἀτεχνῶς σοφὸν καὶ τὰ τοιαῦτα τὸν ἄνδρα ᾅδοντες, οἱ δὲ ἐκ Διδύμων, οἱ δὲ ἐκ τοῦ περὶ τὸ Πέργαμον ἱεροῦ, πολλοὺς γὰρ τῶν ὑγιείας δεομένων ὁ θεὸς ἐκέλευσε προσφοιτᾶν τῷ Ἀπολλωνίῳ, τουτὶ γὰρ αὐτός τε βούλεσθαι καὶ δοκεῖν ταῖς Μοίραις. ἐφοίτων καὶ πρεσβεῖαι πρὸς αὐτὸν ἐκ τῶν πόλεων ξένον τε αὐτὸν ἡγούμενοι καὶ βίου ξύμβουλον βωμῶν τε ἱδρύσεως καὶ ἀγαλμάτων, ὁ δὲ ἕκαστα τούτων τὰ μὲν ἐπιστέλλων, τὰ δὲ ἀφιξεσθαι φάσκων διωρθοῦτο. πρεσβευσαμένης δὲ καὶ τῆς Σμύρνης καὶ ὅ τι μὲν δέοιτο οὐκ εἰπούσης, ἐκλιπαρούσης δὲ ἀφικέσθαι, ἤρετο τὸν πρεσβευτήν, ὅ τι αὐτοῦ δέοιντο, ὁ δὲ ἰδεῖν ἔφη καὶ ὀφθῆναι.

---

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg001.local001/.
