Ancient Greek
Book 4
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 4.14
Not analysed yet
παρῆλθε καὶ ἐς τὸ τοῦ Ὀρφέως ἄδυτον προσορμισάμενος τῇ Λέσβῳ. φασὶ δὲ ἐνταῦθά ποτε τὸν Ὀρφέα μαντικῇ χαίρειν, ἔστε τὸν Ἀπόλλω ἐπιμεμελῆσθαι αὐτόν. ἐπειδὴ γὰρ μήτε ἐς Γρύνειον ἐφοίτων ἔτι ὑπὲρ χρησμῶν ἄνθρωποι μήτε ἐς Κλάρον μήτʼ ἔνθα ὁ τρίπους ὁ Ἀπολλώνειος, Ὀρφεὺς δὲ ἔχρα μόνος ἄρτι ἐκ Θρᾴκης ἡ κεφαλὴ ἥκουσα, ἐφίσταταί οἱ χρησμῳδοῦντι ὁ θεὸς καὶ πέπαυσο ἔφη τῶν ἐμῶν, καὶ γὰρ δὴ ʽκαἲ ᾅδοντά σε ἱκανῶς ἤνεγκα.