# Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 4.2

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-5/4.2

ὁ δὲ Ἀπολλώνιος ἀφίξομαι εἶπε δοίητε δέ, ὦ Μοῦσαι, καὶ ἐρασθῆναι ἀλλήλων. Τὴν μὲν δὴ διάλεξιν τὴν πρώτην ἀπὸ τῆς κρηπῖδος τοῦ νεὼ πρὸς τοὺς Ἐφεσίους διελέχθη, οὐχ ὥσπερ οἱ Σωκρατικοί, ἀλλὰ τῶν μὲν ἄλλων ἀπάγων τε καὶ ἀποσπουδάζων, φιλοσοφίᾳ δὲ μόνῃ ξυμβουλεύων προσέχειν καὶ σπουδῆς ἐμπιπλάναι τὴν Ἔφεσον μᾶλλον ἢ ῥᾳθυμίας τε καὶ ἀγερωχίας, ὁπόσην εὗρεν· ὀρχηστῶν γὰρ ἡττημένοι καὶ πρὸς πυρρίχαις αὐτοὶ ὄντες αὐλῶν μὲν πάντα μεστὰ ἦν, μεστὰ δὲ ἀνδρογύνων, μεστὰ δὲ κτύπων· ὁ δὲ καίτοι μεταθεμένων τῶν Ἐφεσίων πρὸς αὐτὸν οὐκ ἠξίου περιορᾶν ταῦτα, ἀλλʼ ἐξῄρει αὐτὰ καὶ διέβαλλε τοῖς πολλοῖς.

---

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg001.local001/.
