Ancient Greek
Book 4
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 4.26
Not analysed yet
τότε καὶ πρὸς Βάσσον διηνέχθη τὸν ἐκ τῆς Κορίνθου, πατραλοίας γὰρ οὗτος καὶ ἐδόκει καὶ ἐπεπίστευτο, σοφίαν δὲ ἑαυτοῦ κατεψεύδετο καὶ χαλινὸς οὐκ ἦν ἐπὶ τῇ γλώττῃ. λοιδορούμενον δὲ αὐτὸν ἐπέσχεν ὁ Ἀπολλώνιος οἷς τε ἐπέστειλεν οἷς τε διελέχθη κατʼ αὐτοῦ. πᾶν γάρ, ὅπερ ὡς ἐς πατραλοίαν ἔλεγεν, ἀληθὲς ἐδόκει, μὴ γὰρ ἄν ποτε τοιόνδε ἄνδρα ἐς λοιδορίαν ἐκπεσεῖν, μηδʼ ἂν εἰπεῖν τὸ μὴ ὄν.