# Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 4.26

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-5/4.26

τότε καὶ πρὸς Βάσσον διηνέχθη τὸν ἐκ τῆς Κορίνθου, πατραλοίας γὰρ οὗτος καὶ ἐδόκει καὶ ἐπεπίστευτο, σοφίαν δὲ ἑαυτοῦ κατεψεύδετο καὶ χαλινὸς οὐκ ἦν ἐπὶ τῇ γλώττῃ. λοιδορούμενον δὲ αὐτὸν ἐπέσχεν ὁ Ἀπολλώνιος οἷς τε ἐπέστειλεν οἷς τε διελέχθη κατʼ αὐτοῦ. πᾶν γάρ, ὅπερ ὡς ἐς πατραλοίαν ἔλεγεν, ἀληθὲς ἐδόκει, μὴ γὰρ ἄν ποτε τοιόνδε ἄνδρα ἐς λοιδορίαν ἐκπεσεῖν, μηδʼ ἂν εἰπεῖν τὸ μὴ ὄν.

---

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg001.local001/.
