# Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 4.27

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-5/4.27

τὰ δὲ ἐν Ὀλυμπίᾳ τοῦ ἀνδρὸς τοιαῦτα· ἀνιόντι τῷ Ἀπολλωνίῳ ἐς Ὀλυμπίαν ἐνέτυχον Λακεδαιμονίων πρέσβεις ὑπὲρ ξυνουσίας, Λακωνικὸν δὲ οὐδὲν περὶ αὐτοὺς ἐφαίνετο, ἀλλʼ ἁβρότερον αὑτῶν εἶχον καὶ συβάριδος μεστοὶ ἦσαν. ἰδὼν δὲ ἄνδρας λείους τὰ σκέλη λιπαροὺς τὰς κόμας καὶ μηδὲ γενείοις χρωμένους, ἀλλὰ καὶ τὴν ἐσθῆτα μαλακούς, τοιαῦτα πρὸς τοὺς ἐφόρους ἐπέστειλεν, ὡς ἐκείνους κήρυγμα ποιήσασθαι δημοσίᾳ τήν τε πίτταν τῶν βαλανείων ἐξαιροῦντας καὶ τὰς παρατιλτρίας ἐξελαύνοντας ἐς τὸ ἀρχαῖόν τε καθισταμένους πάντα, ὅθεν παλαῖστραί τε ἀνήβησαν καὶ σπουδαὶ καὶ τὰ φιλίτια ἐπανῆλθε καὶ ἐγένετο ἡ Λακεδαίμων ἑαυτῇ ὁμοία. μαθὼν δὲ αὐτοὺς τὰ οἴκοι διορθουμένους ἔπεμψεν ἐπιστολὴν ἀπʼ Ὀλυμπίας βραχυτέραν τῆς Λακωνικῆς σκυτάλης. ἔστι δὲ ἥδε· Ἀπολλώνιος ἐφόροις χαίρειν. ἀνδρῶν μὲν τὸ μὴ ἁμαρτάνειν, γενναίων δὲ τὸ καὶ ἁμαρτάνοντας αἰσθέσθαι.

---

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg001.local001/.
