# Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 4.33

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-5/4.33

κἀκεῖνο τῶν ἐν Λακεδαίμονι· ἐπιστολὴ ἐκ βασιλέως Λακεδαιμονίοις ἧκεν ἐπίπληξιν ἐς τὸ κοινὸν αὐτῶν φέρουσα, ὡς ὑπὲρ τὴν ἐλευθερίαν ὑβριζόντων, ἐκ διαβολῶν δὲ τοῦ τῆς Ἑλλάδος ἄρχοντος ἐπέσταλτο αὐτοῖς ταῦτα. οἱ μὲν δὴ Λακεδαιμόνιοι ἀπορίᾳ εἴχοντο καὶ ἡ Σπάρτη πρὸς ἑαυτὴν ἤριζεν, εἴτε χρὴ παραιτουμένους τὴν ὀργὴν τοῦ βασιλέως εἴτε ὑπερφρονοῦντας ἐπιστέλλειν· πρὸς ταῦτα ξύμβουλον ἐποιοῦντο τὸν Ἀπολλώνιον τοῦ τῆς ἐπιστολῆς ἤθους, ὁ δέ, ὡς εἶδε διεστηκότας, παρῆλθέ τε ἐς τὸ κοινὸν αὐτῶν καὶ ὧδε ἐβραχυλόγησε· Παλαμήδης εὗρε γράμματα οὐχ ὑπὲρ τοῦ γράφειν μόνον, ἀλλὰ καὶ ὑπὲρ τοῦ γιγνώσκειν, ἃ δεῖ μὴ γράφειν. οὕτω μὲν δὴ Λακεδαιμονίους ἀπῆγε τοῦ μήτε θρασεῖς μήτε δειλοὺς ὀφθῆναι.

---

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg001.local001/.
