Ancient Greek
Book 4
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 4.35
Not analysed yet
Νέρων οὐ ξυνεχώρει φιλοσοφεῖν, ἀλλὰ περίεργον αὐτῷ χρῆμα οἱ φιλοσοφοῦντες ἐφαίνοντο καὶ μαντικὴν συσκιάζοντες, καὶ ἤχθη ποτὲ ὁ τρίβων ἐς δικαστήριον, ὡς μαντικῆς σχῆμα. ἐῶ τοὺς ἄλλους, ἀλλὰ Μουσώνιος ὁ Βαβυλώνιος, ἀνὴρ Ἀπολλωνίου μόνου δεύτερος ἐδέθη ἐπὶ σοφίᾳ καὶ ἐκεῖ μένων ἐκινδύνευσεν, ἀπέθανε δʼ ἂν τὸ ἐπὶ τῷ δήσαντι, εἰ μὴ σφόδρα ἔρρωτο.