Ancient Greek
Book 4
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 4.41
Not analysed yet
διαλεγομένου δὲ αὐτοῦ περὶ τὰ ἱερὰ οἱ θεοὶ ἐθεραπεύοντο μᾶλλον καὶ ξυνῄεσαν οἱ ἄνθρωποι ἐς ταῦτα, ὡς τὰ ἀγαθὰ πλείω παρὰ τῶν θεῶν ἕξοντες, καὶ οὔπω διεβάλλοντο αἱ ξυνουσίαι τοῦ ἀνδρὸς διὰ τὸ σπουδάζεσθαί τε δημοσίᾳ λέγεσθαί τε ἐς πάντας, οὐδὲ γὰρ θύραις ἐπεπόλαζεν, οὐδὲ ἐτρίβετο περὶ τοὺς δυνατούς, ἀλλʼ ἠσπάζετο μὲν ἐπιφοιτῶντας, διελέγετο δὲ αὐτοῖς ὁπόσα καὶ τῷ δήμῳ.