Ancient Greek
Book 4
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 4.47
Not analysed yet
Σωκράτης ἀπέθανεν, ἐπεὶ μὴ παρεσκεύασεν ἐς ἀπολογίαν ἑαυτόν, ἐγὼ δὲ ἀπολογήσομαι. ἔρρωσο. ἐξελαύνοντος δὲ ἐς τὴν Ἑλλάδα τοῦ Νέρωνος καὶ προκηρύξαντος δημοσίᾳ μηδένα ἐμφιλοσοφεῖν τῇ Ῥώμῃ τρέπεται ὁ Ἀπολλώνιος ἐπὶ τὰ ἑσπέρια τῆς γῆς, ἅ φασιν ὁρίζεσθαι ταῖς Στήλαις, τὰς ἀμπώτεις τοῦ Ὠκεανοῦ ἐποψόμενος καὶ τὰ Γάδειρα. καὶ γάρ τι καὶ περὶ φιλοσοφίας τῶν ἐκείνῃ ἀνθρώπων ἤκουεν, ὡς ἐς πολὺ τοῦ θείου προηκόντων, ἠκολούθησαν δὲ αὐτῷ οἱ γνώριμοι πάντες ἐπαινοῦντες καὶ τὴν ἀποδημίαν καὶ τὸν ἄνδρα.