# Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 4.9

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-5/4.9

καὶ ἅμα διιὼν ταῦτα ναῦν εἶδε τῶν τριαρμένων ἐκπλέουσαν καὶ τοὺς ναύτας ἄλλον ἄλλως ἐς τὸ ἀνάγεσθαι αὐτὴν πράττοντας. ἐπιστρέφων οὖν τοὺς παρόντας ὁρᾶτε εἶπε τὸν τῆς νεὼς δῆμον, ὡς οἱ μὲν τὰς ἐφολκίδας ἐμβεβήκασιν ἐρετικοὶ ὄντες, οἱ δʼ ἀγκύρας ἀνιμῶσί τε καὶ ἀναρτῶσιν, οἱ δὲ ὑπέχουσι τὰ ἱστία τῷ ἀνέμῳ, οἱ δὲ ἐκ πρύμνης τε καὶ πρῴρας προορῶσιν; εἰ δὲ ἓν τούτων εἷς ἐλλείψει τι τῶν ἑαυτοῦ ἔργων ἢ ἀμαθῶς τῆς ναυτικῆς ἅψεται, πονήρως πλευσοῦνται καὶ ὁ χειμὼν αὐτοὶ δόξουσιν· εἰ δὲ φιλοτιμήσονται πρὸς ἑαυτοὺς καὶ στασιάσουσι μὴ κακίων ἕτερος ἑτέρου δόξαι, καλοὶ μὲν ὅρμοι τῇ νηὶ ταύτῃ, μεστὰ δὲ εὐδίας τε καὶ εὐπλοίας πάντα, Ποσειδῶν δὲ Ἀσφάλειος ἡ περὶ αὐτοῖς εὐβουλία δόξει.

---

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg001.local001/.
