Ancient Greek
Book 5
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 5.18
Not analysed yet
Ἐμφιλοσοφήσας δὲ τῇ Σικελίᾳ χρόνον, ὃς ἀποχρῶσαν αὐτῷ σπουδὴν εἶχεν, ἐπὶ τὴν Ἑλλάδα ἐκομίζετο περὶ ἀρκτούρου ἐπιτολάς. ἀλύπου δὲ τοῦ πλοῦ γενομένου κατασχὼν ἐς Λευκάδα ἀποβῶμεν ἔφη τῆς νεὼς ταύτης, οὐ γὰρ λῷον αὐτῇ ἐς Ἀχαίαν πλεῦσαι. προσέχοντος δὲ οὐδενὸς τῷ λόγῳ πλὴν τῶν γιγνωσκόντων τὸν ἄνδρα, αὐτὸς μὲν ἐπὶ Λευκαδίας νεὼς ὁμοῦ τοῖς βουλομένοις ξυμπλεῖν ἐς Λέχαιον κατέσχεν, ἡ δὲ ναῦς ἡ Συρακουσία κατέδυ ἐσπλέουσα τὸν Κρισαῖον κόλπον.