# Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 5.22

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-5/5.22

ἐτύγχανέ τι καὶ μειράκιον νεόπλουτόν τε καὶ ἀπαίδευτον οἰκοδομούμενον οἰκίαν τινὰ ἐν τῇ Ῥόδῳ καὶ ξυμφέρον ἐς αὐτὴν γραφάς τε ποικίλας καὶ λίθους ἐξ ἁπάντων ἐθνῶν. ἤρετο οὖν αὐτό, ὁπόσα χρήματα εἴη ἐς διδασκάλους τε καὶ παιδείαν ἀνηλωκός· ὁ δὲ οὐδὲ δραχμήν εἶπεν. ἐς δὲ τὴν οἰκίαν πόσα; δώδεκα ἔφη τάλαντα, προσαναλώσαιμι δʼ ἂν καὶ ἕτερα τοσαῦτα. τί δʼ εἶπεν ἡ οἰκία βούλεταί σοι; δίαιτα ἔφη λαμπρὰ ἔσται τῷ σώματι, καὶ γὰρ δρόμοι ἐν αὐτῇ καὶ ἄλση καὶ ὀλίγα ἐς ἀγορὰν βαδιοῦμαι καὶ προσεροῦσί με οἱ ἐσιόντες ἥδιον, ὥσπερ ἐς ἱερὸν φοιτῶντες. ζηλωτότεροι δὲ εἶπεν οἱ ἄνθρωποι πότερον διʼ αὐτούς εἰσιν ἢ διὰ τὰ περὶ αὐτοὺς ὄντα; διὰ τὸν πλοῦτον, εἶπε, τὰ γὰρ χρήματα πλεῖστον ἰσχύει. χρημάτων δʼ, ἔφη ὦ μειράκιον, ἀμείνων φύλαξ πότερον ὁ πεπαιδευμένος ἔσται ἢ ὁ ἀπαίδευτος; ἐπεὶ δὲ ἐσιώπησε, δοκεῖς μοι, εἶπε μειράκιον, οὐ σὺ τὴν οἰκίαν, ἀλλὰ σὲ ἡ οἰκία κεκτῆσθαι. ἐγὼ δὲ ἐς ἱερὸν παρελθὼν πολλῷ ἂν ἥδιον ἐν αὐτῷ μικρῷ ὄντι ἄγαλμα ἐλέφαντός τε καὶ χρυσοῦ ἴδοιμι ἢ ἐν μεγάλῳ κεραμεοῦν τε καὶ φαῦλον.

---

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg001.local001/.
