Ancient Greek
Book 5
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 5.23
Not analysed yet
νεανίαν δὲ ἰδὼν πίονα καὶ φρονοῦντα ἐπὶ τῷ πλεῖστα μὲν ἀνθρώπων ἐσθίειν, πλεῖστον δὲ οἶνον πίνειν ἀλλʼ ἦ σὺ ἔφη τυγχάνεις ὢν ὁ γαστριζόμενος; καὶ θύω γε εἶπεν ὑπὲρ τούτου. τί οὖν ἔφη ἀπολέλαυκας τῆς βορᾶς ταύτης; τὸ θαυμάζεσθαί με καὶ ἀποβλέπεσθαι· καὶ γὰρ τὸν Ἡρακλέα ἴσως ἀκούεις, ὡς καὶ τὰ σιτία αὐτοῦ παραπλησίως τοῖς ἄθλοις ᾔδετο. Ἡρακλέους ἔφη ὄντος· σοῦ δὲ τίς, ὦ κάθαρμα, ἀρετή; τὸ γὰρ περίβλεπτον ἐν μόνῳ λείπεταί σοι τῷ ῥαγῆναι.