Ancient Greek
Book 6
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 6.17
Not analysed yet
τοιαῦτα εἴραντος τοῦ Νείλου καὶ οὕτω νεανικὰ ὑπολαβὼν ὁ Ἀπολλώνιος ὑπὲρ μισθοῦ δὲ εἶπεν οὐ διαλέξῃ μοι πρότερον σοφίας γε ἐρῶν τῆς ἐμῆς; διαλεγώμεθα ἦ δʼ ὁ Νεῖλος καὶ ὅ τι βούλει, αἴτει. αἰτῶ σε, εἶπεν ἃ μὲν αὐτὸς εἵλου, ᾑρῆσθαι, τοὺς δὲ Γυμνοὺς μὴ ἐνοχλεῖν ξυμβουλεύοντα ἃ μὴ πείσεις. πείσομαι ἔφη καὶ ὁμολογείσθω ὁ μισθός. ταῦτα μὲν δὴ οὕτως ἐσπούδασαν, ἐρομένου δʼ αὐτὸν μετὰ ταῦτα τοῦ Νείλου, πόσου χρόνου διατρίψοι περὶ τοὺς Γυμνούς, ὁπόσου ἔφη χρόνου ἀξία ἡ τῶνδε σοφία τῷ ξυνεσομένῳ σφίσιν, εἶτα ἐπὶ Καταδούπων τὴν ὁδὸν ποιησόμεθα τῶν πηγῶν ἕνεκα, χαρίεν γὰρ τὸ μὴ μόνον ἰδεῖν τὰς τοῦ Νείλου ἀρχάς, ἀλλὰ καὶ κελαδοῦντος αὐτοῦ ἀκοῦσαι.