# Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 6.18

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, Book 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-5/6.18

ὧδε διαλεχθέντες καί τινων Ἰνδικῶν μνημονεύσαντες ἐκάθευδον ἐν τῇ πόᾳ, ἅμα δὲ τῇ ἡμέρᾳ προσευξάμενοι τὰ εἰωθότα εἵποντο τῷ Νείλῳ παρὰ τὸν Θεσπεσίωνα αὐτοὺς ἄγοντι· προσειπόντες οὖν ἀλλήλους καὶ ξυνιζήσαντες ἐν τῷ ἄλσει διαλέξεως ἥπτοντο, ἦρχε δʼ αὐτῆς ὁ Ἀπολλώνιος· ὡς μὲν γὰρ πολλοῦ ἔφη ἄξιον τὸ μὴ κρύπτειν σοφίαν, δηλοῦσιν οἱ χθὲς λόγοι· διδαξαμένων γάρ με Ἰνδῶν, ὁπόσα τῆς ἐκείνων σοφίας ᾤμην προσήκειν ἐμοί, μέμνημαί τε τῶν ἐμαυτοῦ διδασκάλων καὶ περίειμι διδάσκων, ἃ ἐκείνων ἤκουσα, καὶ ὑμῖν δʼ ἂν ἐν κέρδει γενοίμην, εἴ με καὶ τὴν ὑμετέραν σοφίαν εἰδότα πέμποιτε, οὐ γὰρ ἂν παυσαίμην Ἕλλησί τε διιὼν τὰ ὑμέτερα καὶ Ἰνδοῖς γράφων.

---

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg001.local001/.
