# Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 6.29

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, Book 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-5/6.29

ἐπεὶ δὲ Τίτος ᾑρήκει τὰ Σόλυμα καὶ νεκρῶν πλέα ἦν πάντα τὰ ὅμορά τε ἔθνη ἐστεφάνουν αὐτόν, ὁ δὲ οὐκ ἠξίου ἑαυτὸν τούτου, μὴ γὰρ αὐτὸς ταῦτα εἰργάσθαι, θεῷ δὲ ὀργὴν φήναντι ἐπιδεδωκέναι τὰς ἑαυτοῦ χεῖρας, ἐπῄνει ὁ Ἀπολλώνιος ταῦτα, γνώμη τε γὰρ περὶ τὸν ἄνδρα ἐφαίνετο καὶ ξύνεσις ἀνθρωπείων τε καὶ θείων, καὶ σωφροσύνης μεστὸν τὸ μὴ στεφανοῦσθαι ἐφʼ αἵματι. ξυντάττει δὴ πρὸς αὐτὸν ἐπιστολήν, ἧς διάκονον ποιεῖται τὸν Δάμιν, καὶ ἐπιστέλλει ὧδε· Ἀπολλώνιος Τίτῳ στρατηγῷ Ῥωμαίων χαίρειν. μὴ βουληθέντι σοι ἐπʼ αἰχμῇ κηρύττεσθαι, μηδʼ ἐπὶ δηίῳ αἵματι δίδωμι ἐγὼ τὸν σωφροσύνης στέφανον, ἐπειδὴ ἐφʼ οἷς δεῖ στεφανοῦσθαι, γιγνώσκεις. ἔρρωσο. ὑπερησθεὶς δὲ ὁ Τίτος τῇ ἐπιστολῇ καὶ ὑπὲρ ἐμαυτοῦ ἔφη χάριν οἶδά σοι καὶ ὑπὲρ τοῦ πατρός, καὶ μεμνήσομαι τούτων, ἐγὼ μὲν γὰρ Σόλυμα ᾕρηκα, σὺ δὲ ἐμέ.

---

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg001.local001/.
