Ancient Greek
Book 6
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 6.33
Not analysed yet
ἡ δὲ πρὸς τὸν Δημήτριον ἐπιστολὴ ὧδε εἶχεν· Ἀπολλώνιος φιλόσοφος Δημητρίῳ κυνὶ χαίρειν. δίδωμί σε βασιλεῖ Τίτῳ διδάσκαλον τοῦ τῆς βασιλείας ἤθους, σὺ δʼ ἀληθεῦσαί τέ μοι πρὸς αὐτὸν δίδου καὶ γίγνου αὐτῷ, πλὴν ὀργῆς, πάντα. ἔρρωσο.