# Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 6.34

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, Book 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-5/6.34

οἱ δὲ τοὺς Ταρσοὺς οἰκοῦντες τὸν μὲν ἄλλον χρόνον ἤχθοντο τῷ Ἀπολλωνίῳ διά τε τὰς ἐπιπλήξεις, ἐπειδὴ ξυντόνους αὐτὰς ἐποιεῖτο, διά τε τὸ ἀνειμένοι καὶ τρυφῶντες μηδὲ τὴν τοῦ λόγου ἀνέχεσθαι ῥώμην, τότε δʼ οὕτω τι ἡττήθησαν τοῦ ἀνδρός, ὡς οἰκιστήν τε αὐτὸν ἡγεῖσθαι καὶ στήριγμα τοῦ ἄστεος. ἔθυε μὲν γὰρ δημοσίᾳ ὁ βασιλεύς, ξυνελθοῦσα δὲ ἡ πόλις ἱκέτευεν ὑπὲρ τῶν μεγίστων, ὁ δὲ μεμνήσεσθαι τούτων πρὸς τὸν πατέρα ἔφη καὶ πρεσβεύσειν αὐτὸς ὑπὲρ ὧν δέονται· παρελθὼν δὲ ὁ Ἀπολλώνιος εἰ δὲ ἐνίους ἔφη τούτων ἐλέγξαιμι σοὶ μὲν καὶ πατρὶ τῷ σῷ πολεμίους, πεπρεσβευμένους δὲ ὑπὲρ νεωτέρων ἐς τὰ Σόλυμα, ξυμμάχους δʼ ἀφανεῖς τῶν σοι φανερωτάτων ἐχθρῶν, τί πείσονται; τί δὲ ἄλλο γε, εἶπεν ἢ ἀπολοῦνται; εἶτα οὐκ αἰσχρὸν ἔφη τὰς μὲν τιμωρίας αὐτίκα ἀπαιτεῖν, τὰς δὲ εὐεργεσίας ὀψὲ διδόναι, καὶ τὰς μὲν καθʼ ἑαυτὸν ποιεῖσθαι, τὰς δὲ ἐς κοινωνίαν γνώμης ἀνατίθεσθαι; ὑπερησθεὶς δὲ ὁ βασιλεὺς δίδωμι τὰς δωρεάς, εἶπεν οὐ γάρ μοι ἀχθέσεται ὁ πατὴρ ἀληθείας ἡττωμένῳ καὶ σοῦ.

---

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg001.local001/.
