Ancient Greek
Book 6
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 6.38
Not analysed yet
στασιάζοντος δὲ τὴν Ἀντιόχειαν τοῦ τῆς Συρίας ἄρχοντος καὶ καθιέντος ἐς αὐτοὺς ὑποψίας, ὑφʼ ὧν διειστήκεσαν ἐκκλησιαζομένη πόλις, σεισμοῦ δὲ γενναίου προσπεσόντος, ἔπτηξαν καὶ ὅπερ ἐν διοσημίαις εἴωθεν, ὑπὲρ ἀλλήλων ηὔξαντο. παρελθὼν οὖν ὁ Ἀπολλώνιος ὁ μὲν θεὸς ἔφη διαλλακτὴς ὑμῶν σαφὴς γέγονεν, ὑμεῖς δὲ οὐδʼ ἂν αὖθις στασιάσαιτε, τὰ αὐτὰ φοβούμενοι. καὶ κατέστησεν αὐτοὺς ἐς ἔννοιαν ὧν πείσονται, καὶ ʽὡσʼ ταυτὸ τοῖς ἑτέροις φοβήσονται.