# Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 6.6

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, Book 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-5/6.6

ἐντεῦθεν ἐξελάσαντες ἡλίου ἀνίσχοντος, ἀφίκοντο πρὸ μεσημβρίας ἐς τὸ τῶν Γυμνῶν φροντιστήριον. τοὺς δὲ Γυμνοὺς τούτους οἰκεῖν μὲν ἐπί τινος λόφου, φασί, ξυμμέτρου μικρὸν ἀπὸ τῆς ὄχθης τοῦ Νείλου, σοφίᾳ δὲ Ἰνδῶν λείπεσθαι πλέον ἢ προὔχειν Αἰγυπτίων, γυμνοὺς δὲ ἐστάλθαι κατὰ ταὐτὰ τοῖς εἱληθεροῦσιν Ἀθήνησι. δένδρα δὲ ἐν τῷ νομῷ ὀλίγα καί τι ἄλσος οὐ μέγα, ἐς ὃ ξυνίασιν ὑπὲρ τῶν κοινῶν, ἱερὰ δὲ οὐκ ἐς ταὐτόν, ὥσπερ τὰ Ἰνδῶν, ἄλλο δὲ ἄλλῃ τοῦ γηλόφου ἵδρυται σπουδῆς ἀξιούμενα, ὡς Αἰγυπτίων λόγοι. θεραπεύουσι δὲ Νεῖλον μάλιστα, τὸν γὰρ ποταμὸν τοῦτον ἡγοῦνται γῆν καὶ ὕδωρ. καλύβης μὲν οὖν ἢ οἰκίας οὐδὲν αὐτοὶ δέονται ζῶντες ὑπαίθριοι καὶ ὑπὸ τῷ οὐρανῷ αὐτῷ, καταγωγὴν δὲ ἀποχρῶσαν τοῖς ξένοις ἐδείμαντο στοὰν οὐ μεγάλην, ἰσομήκη ταῖς Ἠλείων, ὑφʼ αἷς ὁ ἀθλητὴς περιμένει τὸ μεσημβρινὸν κήρυγμα.

---

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg001.local001/.
