# Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 6.7

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, Book 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-5/6.7

ἐνταῦθά τι ἀναγράφει Δάμις Εὐφράτου ἔργον, ἡγώμεθα δὲ αὐτὸ μὴ μειρακιῶδες, ἀλλʼ ἀφιλοτιμότερον τοῦ φιλοσοφίᾳ προσήκοντος· ἐπεὶ γὰρ τοῦ Ἀπολλωνίου θαμὰ ἤκουε βουλομένου σοφίαν Ἰνδικὴν ἀντικρῖναι Αἰγυπτίᾳ, πέμπει παρὰ τοὺς Γυμνοὺς Θρασύβουλον τὸν ἐκ Ναυκράτιδος ὑπὲρ διαβολῆς τοῦ ἀνδρός, ὁ δὲ ἥκειν μὲν ὑπὲρ ξυνουσίας ἔφη τῆς πρὸς αὐτούς, ἀφίξεσθαι δὲ καὶ τὸν Τυανέα, τουτὶ δὲ ἐκείνοις ἀγῶνα ἔχειν οὐ σμικρόν, φρονεῖν τε γὰρ αὐτὸν ὑπὲρ τοὺς Ἰνδῶν σοφούς, οὓς ἐν λόγῳ παντὶ αἴρει, μυρίας δὲ ἐλέγξεις ἐπʼ αὐτοὺς συνεσκευάσθαι, ξυγχωρεῖν τε οὔτε ἡλίῳ οὐδὲν οὔτε οὐρανῷ καὶ γῇ, κινεῖν γὰρ καὶ ὀχεῖν αὐτὸς ταῦτα καὶ μετατάττειν οἷ βούλεται.

---

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg001.local001/.
