# Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 6.8

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, Book 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-5/6.8

τοιαῦτα ὁ Ναυκρατίτης ξυνθεὶς ἀπῆλθεν, οἱ δʼ ἀληθῆ ταῦτα ἡγούμενοι τὴν μὲν ξυνουσίαν οὐ παρῃτοῦντο ἥκοντος, ὑπὲρ μεγάλων δὲ σπουδάζειν ἐπλάττοντο καὶ πρὸς ἐκείνοις εἶναι, ἀφίξεσθαι δὲ κἀκείνῳ ἐς λόγους, ἢν σχολὴν ἄγωσι μάθωσί τε, ὅ τι βούλεται καὶ ὅτου ἐρῶν ἧκεν. ἐκέλευε δὲ ὁ παρʼ αὐτῶν ἥκων καὶ καταλύειν αὐτοὺς ἐν τῇ στοᾷ, ὁ δὲ Ἀπολλώνιος ὑπὲρ μὲν στέγης ἔφη μηδὲν διαλέγου, ξυγχωρεῖ γὰρ πᾶσιν ὁ οὐρανὸς ὁ ἐνταῦθα γυμνοῖς ζῆν, διαβάλλων αὐτοὺς ὡς οὐ καρτερίᾳ γυμνούς, ἀλλʼ ἀνάγκῃ, ὅ τι δὲ βούλομαι καὶ ὑπὲρ ὅτου ἥκω τοὺς μὲν οὐ θαυμάζω οὔπω γιγνώσκοντας, Ἰνδοὶ δὲ με οὐκ ἤροντο ταῦτα.

---

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg001.local001/.
