# Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 7.25

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-5/7.25

καθεῖρκτό τις καὶ ἐπὶ τοιᾷδε αἰτίᾳ· χωρίον ἐν Ἀκαρνανίᾳ περὶ τὰς ἐκβολὰς τοῦ Ἀχελῴου ἔχων περιέπλει τὰς Ἐχινάδας ἐν ἀκατίῳ μικρῷ, διασκεψάμενος δὲ αὐτῶν μίαν, ἣ ξυνῆπτεν ἤδη τῇ ἠπείρῳ, δένδρεσί τε ὡραίοις διεφύτευσε καὶ ἀμπέλοις ἡδυοίνοις δίαιτάν τε ἱκανὴν τῷ σώματι κατεσκευάσατο ἐν αὐτῇ, καὶ γάρ τι καὶ ὕδωρ ὲκ τῆς ἠπείρου ἐσήγετο ἀποχρῶν τῇ νήσῳ· ἐκ τούτου ἀνέφυ γραφή, μὴ καθαρὸς εἶναι ὁ Ἀκαρνὰν οὗτος, ἔργα δὲ αὑτῷ ξυνειδὼς οὐ φορητὰ τῆς μὲν ἄλλης γῆς ἐξίστασθαί τε καὶ ἀποφοιτᾶν ὡς μεμιασμένης ἑαυτῷ, τὴν δʼ Ἀλκμαίωνος τοῦ Ἀμφιάρεω λύσιν, διʼ ἣν τὰς ἐκβολὰς τοῦ Ἀχελῴου μετὰ τὴν μητέρα ᾤκησεν, ᾑρῆσθαι αὐτόν, εἰ μὴ καὶ ἐφʼ ὁμοίοις, ἀλλʼ ἐπὶ σχετλίοις ἴσως καὶ οὐ πόρρω ἐκείνων, ὁ δʼ οὐ τοῦτʼ ἔφασκεν, ἀλλὰ ἀπραγμοσύνης ἐρῶν ἐκεῖ οἰκῆσαι, τὸ δὲ ἄρα ἐς δίκας αὐτῷ περιστῆναι, διʼ ἃς καὶ εἷρχθαι αὐτόν.

---

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg001.local001/.
