# Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 7.27

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-5/7.27

τῆς δʼ ὑστεραίας διελέγετο μὲν ἐς τὸν αὐτὸν νοῦν ξυντείνων, ἐσπέμπεται δέ τις ἀκροατὴς τῶν διαλέξεων ὑπὸ τοῦ Δομετιανοῦ καθειμένος, τὸ μὲν δὴ σχῆμα αὐτοῦ, κατηφὴς ἐδόκει καὶ κινδυνεύειν τι, ὡς ἔφασκε, μέγα, γλώττης τε οὐκ ἀνεπιτηδεύτως εἶχεν, οἷοι τῶν συκοφαντικῶν οἱ συνειλοχότες ὀκτὼ ῥήματα ἢ δέκα, ὁ δὲ Ἀπολλώνιος ξυνιεὶς τῆς τέχνης διελέγετο, ἃ μὴ ἐκείνῳ προὔβαινε, ποταμῶν τε γὰρ πρὸς αὐτοὺς ἐμέμνητο καὶ ὀρῶν καὶ θηρία διῄει καὶ δένδρα, ὑφʼ ὧν οἱ μὲν διήγοντο, ὁ δʼ οὐδὲν ἐπέραινεν. ὡς δὲ καὶ ἀπάγειν αὐτὸν ἐς λοιδορίας τοῦ τυράννου ἐπειρᾶτο ὦ τᾶν, ἔφη σὺ μέν, ὅ τι βούλει, λέγε, οὐ γὰρ διαβεβλήσῃ γε ὑπʼ ἐμοῦ, ἐγὼ δὲ ὁπόσα μέμφομαι τὸν βασιλέα, πρὸς αὐτὸν λέξω.

---

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg001.local001/.
