# Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 7.35

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-5/7.35

τὸν μὲν δὴ προάγωνα τῆς ἀπολογίας, ὃς ἐγένετο αὐτῷ πρὸς Δομετιανὸν ἰδίᾳ, τοιόνδε διαγράφει ὁ Δάμις, οἱ δὲ βασκάνως ταῦτα ξυνθέντες ἀπολελογῆσθαι μὲν αὐτόν φασι πρότερον, δεδέσθαι δὲ μετὰ ταῦτα, ὅτε δὴ κείρασθαι, καί τινα ἐπιστολὴν ἀνέπλασαν ξυγκειμένην μὲν ἰωνικῶς, τὸ δὲ μῆκος ἄχαρι, ἐν ᾗ βούλονται τὸν Ἀπολλώνιον ἱκέτην τοῦ Δομετιανοῦ γίγνεσθαι παραιτούμενον ἑαυτὸν τῶν δεσμῶν. Ἀπολλώνιος δὲ τὰς μὲν διαθήκας τὰς ἑαυτοῦ τὸν Ἰώνιον ἑρμηνεύει τρόπον, ἐπιστολῇ δὲ ἰαστὶ ξυγκειμένῃ οὔπω Ἀπολλωνίου προσέτυχον, καίτοι ξυνειλοχὼς αὐτοῦ πλείστας, οὐδὲ μακρηγορίαν πω τοῦ ἀνδρὸς ἐν ἐπιστολῇ εὗρον, βραχεῖαι γὰρ καὶ ἀπὸ σκυτάλης πᾶσαι. καὶ μὴν καὶ νικῶν τὴν αἰτίαν ἀπῆλθε τοῦ δικαστηρίου, καὶ πῶς ἄν ποτε ἐδέθη μετὰ τὴν ἀφεῖσαν ψῆφον; ἀλλὰ μήπω τὰ ἐν τῷ δικαστηρίῳ· ἔτι καὶ τὰ ἐπὶ τῇ κουρᾷ καὶ ἅττα διελέχθη, λεγέσθω πρότερον, ἄξια γὰρ σπουδάσαι·

---

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg001.local001/.
