# Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 7.37

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-5/7.37

ὁ μὲν δὴ Συρακούσιος ἀγασθεὶς αὐτὸν ὡς ὑπερφιλοσοφοῦντα, ταυτὶ γὰρ εἰπὼν ἀπῆλθεν, ἐχώρει ἐκ τοῦ δεσμωτηρίου, ὁ δʼ Ἀπολλώνιος ἰδὼν ἐς τὸν Δάμιν ξυνίης ἔφη τοῦ Πύθωνος τούτου; ξυνίημι μὲν εἶπε ὑποκαθημένου τε καὶ ὑπαγομένου σε, τί δʼ ὁ Πύθων βούλεταί σοι καὶ τίς ὁ τοῦ ὀνόματος νοῦς, οὐκ οἶδα. ἐγένετο ἔφη Πύθων ὁ Βυζάντιος ἀγαθός, φασί, ῥήτωρ τὰ κακὰ πείθειν· οὗτος ὑπὲρ Φιλίππου τοῦ Αμύντου πρεσβεύων παρὰ τοὺς Ἕλληνας ὑπὲρ τῆς δουλείας αὐτῶν τοὺς μὲν ἄλλους εἴα, ἀλλʼ ἐν Ἀθηναίοις γε αὐτοῖς, ὅτε δὴ μάλιστά γε ῥητορικῇ ἔρρωντο, ἀδικεῖσθαί τε ὑπʼ αὐτῶν ἔφασκε τὸν Φίλιππον καὶ δεινὰ πράττειν Ἀθηναίους τὸ Ἑλληνικὸν ἐλευθεροῦντας. ὁ Πύθων ταῦτα ʽπολὺσʼ ῥέων, ὥς φασιν, ἀλλὰ Δημοσθένης ὁ Παιανιεὺς ἀντειπὼν θρασυνομένῳ μόνος, τὸ ἀνασχεῖν αὐτὸν τάττει ἐν τοῖς ἑαυτοῦ ἄθλοις. ἐγὼ δὲ τὸ μὴ ὑπαχθῆναι ἐς ἃ ἐδόκει τούτῳ οὐκ ἄν ποτε ἆθλον ἐμαυτοῦ φαίην, Πύθωνι δʼ αὐτὸν ταὐτὸν πράττειν ἔφην, ἐπειδὴ τυράννου τε μισθωτὸς ἀφίκετο καὶ ἀτόπων ξύμβουλος.

---

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg001.local001/.
