# Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 8.16

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, Book 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-5/8.16

νεανίσκου δὲ τῶν ἡκόντων Ἀθήνηθεν μάλα εὔνουν τὴν Ἀθηνᾶν εἶναι τῷ βασιλεῖ φήσαντος, πέπαυσο εἶπεν Ὀλυμπίασιν ὑπὲρ τούτων κροτῶν καὶ διαβάλλων τὴν θεὸν τῷ πατρί. ἐπιδιδόντος δὲ τοῦ νεανίσκου τῇ ἀχθηδόνι καὶ δίκαια πράττειν τὴν θεὸν φήσαντος, ἐπειδὴ καὶ ὁ βασιλεὺς τὴν ἐπώνυμον Ἀθηναίοις ἦρξεν εἴθε ἔφη καὶ ἐν Παναθηναίοις ἐπιστομίζων αὐτὸν τῇ μὲν προτέρᾳ τῶν ἀποκρίσεων, ὡς κακῶς εἰδότα περὶ τῶν θεῶν, εἰ τυράννοις αὐτοὺς εὔνους ἡγοῖτο, τῇ δὲ ἐφεξῆς, ὡς οὐκ ἀκόλουθα τοῖς ἐφʼ Ἁρμοδίῳ καὶ Ἀριστογείτονι ψηφιζομένων Ἀθηναίων, εἰ τοὺς ἄνδρας ἐκείνους τιμᾶν ἐπʼ ἀγορᾶς νομίζοντες ὑπὲρ ὧν ἐν Παναθηναίοις ἔδρασαν, τυράννοις λοιπὸν χαρίζονται τὸ κεχειροτονημένους

---

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg001.local001/.
