Ancient Greek
Book 8
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 8.17
Not analysed yet
αὑτῶν ἄρχειν, ξυμβουλεύοντος δʼ αὐτῷ τοῦ Δάμιδος ὑπὲρ χρημάτων, ἐπειδὴ τῶν ἐφοδίων σφίσι πάνυ σμικρὰ ἐλείπετο αὔριον ἔφη τούτου ἐπιμελήσομαι. καὶ παρελθὼν τῇ ὑστεραίᾳ ἐς τὸ ἱερὸν δός, εἶπεν, ὦ ἱερεῦ χιλίας μοι δραχμὰς ἀπὸ τῶν τοῦ Διὸς χρημάτων, εἰ μὴ σφόδρα οἴει χαλεπανεῖν αὐτόν. καὶ ὁ ἱερεὺς οὐχ ὑπὲρ τούτων ἔφη χαλεπανεῖ, ἀλλὰ μᾶλλον, εἰ μὴ πλείω λήψῃ.