# Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 8.22

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, Book 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-5/8.22

διαβαλλόντων δʼ αὐτὸν ἐνίων, ὅτι τὰς τῶν ἡγεμόνων ἐπιδημίας ἐκτρέποιτο καὶ ἀπάγοι τοὺς ἀκροατὰς ἐς τὰς ἡσυχίας μᾶλλον, καί τινος ἀποσκώψαντος μετελαύνειν αὐτὸν τὰ πρόβατα, ἐπειδὰν τοὺς ἀγοραίους προσιόντας μάθῃ, νὴ Δίʼ, εἶπεν ἵνα μὴ ἐμπίπτωσι τῇ ποίμνῃ οἱ λύκοι. τί δʼ ἐβούλετο αὐτῷ τοῦτο; τοὺς ἀγοραίους ὁρῶν ἀποβλεπομένους ὑπὸ τῶν πολλῶν καὶ προϊόντας ἐκ πενίας ἐς πλοῦτον ἀπεχθείας τε οὕτως ἀσπαζομένους, ὡς αὐτὸ τὸ ἀπέχθεσθαι πωλεῖν ἀπῆγε τοὺς νέους τοῦ ξυνεῖναί σφισι καὶ τοὺς ξυγγενομένους αὐτοῖς ἐνουθέτει πικρότερον, οἷον ἀποπλύνων βαφῆς ἀτόπου· διεβέβλητο μὲν γὰρ πρὸς αὐτοὺς καὶ τὸν ἄλλον χρόνον, ὑπὸ δὲ τῶν ἐν τῇ Ῥώμῃ δεσμωτηρίων καὶ τῶν δεδεμένων τε καὶ ἀπολλυμένων οὕτω διετέθη πρὸς τὴν τέχνην, ὡς πάντα ταῦτα τῶν συκοφαντούντων καὶ τῶν δεινότητι ἐπηρμένων ἡγεῖσθαι μᾶλλον ἢ τοῦ τυράννου.

---

Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg001.local001/.
