Ancient Greek
Book 8
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 8.23
Not analysed yet
περὶ δὲ τὸν χρόνον, ὃν τῇ Ἑλλάδι ἐνεσπούδαζεν, ἐπεῖχε τὸν οὐρανὸν διοσημία τοιαύτη· τὸν τοῦ ἡλίου κύκλον περιελθὼν στέφανος ἐοικὼς ἴριδι τὴν ἀκτῖνα ἠμαύρου. ὅτι μὲν δὴ ἐς νεώτερα ἡ διοσημία ἔφερε, δῆλα ἦν πᾶσιν, ὁ δʼ ἄρχων τῆς Ἑλλάδος καλέσας αὐτὸν ἐξ Ἀθηνῶν ἐς Βοιωτίαν ἀκούω σε, εἶπεν Ἀπολλώνιε, σοφὸν εἶναι τὰ δαιμόνια. εἴ γε ἔφη ἀκούεις, ὅτι καὶ τὰ ἀνθρώπεια. ἀκούω εἶπε καὶ ξύμφημι. ἐπεὶ τοίνυν ἔφη ξυνομολογεῖς, μὴ πολυπραγμόνει θεῶν βουλάς, τουτὶ γὰρ ἡ τῶν ἀνθρώπων σοφία ἐπαινεῖ. ἐπεὶ δὲ ἐλιπάρει τὸν Ἀπολλώνιον εἰπεῖν, ὅπη διανοεῖται, δεδιέναι γὰρ μὴ ἐς νύκτα μεταστῇ πάντα, θάρρει, ἔφη ἔσται γάρ τι ἐκ τῆς νυκτὸς ταύτης φῶς.