Ancient Greek
Book 8
Philostratus the Athenian, Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον 8.29
Not analysed yet
τὰ μὲν δὴ ἐς Ἀπολλώνιον τὸν Τυανέα Δάμιδι τῷ Ἀσσυρίῳ ἀναγεγραμμένα ἐς τόνδε τὸν λόγον τελευτᾷ, περὶ γὰρ τρόπου, καθʼ ὃν ἐτελεύτα, εἴγε ἐτελεύτα, πλείους μὲν λόγοι, Δάμιδι δὲ οὐδεὶς εἴρηται, ἐμοὶ δὲ οὐδὲ τοῦτο χρὴ παραλελεῖφθαι, δεῖ γάρ. που τὸν λόγον ἔχειν τὸ ἑαυτοῦ πέρας. οὐδʼ ὑπὲρ ἡλικίας τοῦ ἀνδρὸς εἴρηται οὐδὲν τῷ Δάμιδι, ἀλλὰ τοῖς μὲν ὀγδοήκοντα, τοῖς δʼ ὑπὲρ τὰ ἐνενήκοντα, τοῖς δὲ καὶ πρόσω τῶν ἑκατὸν ἐλθεῖν ἀκέραιος ὢν πᾶν τὸ σῶμα καὶ ἄρτιος, νεότητος δὲ ἡδίων. ἔστι γάρ τις ὥρα καὶ περὶ ῥυτίσιν, ἣ μάλιστα περὶ ἐκεῖνον ἤνθησεν, ὡς εἰκόνες τε δηλοῦσι τἀνδρὸς ἐν τῷ Τύανάδε ἱερῷ καὶ λόγοι μᾶλλον ὑμνοῦντες τὸ Ἀπολλωνίου γῆρας ἢ τὴν Ἀλκιβιάδου ποτὲ νεότητα.