Ancient Greek · ~4 min
Book 1, η
Philostratus the Athenian, Βίοι Σοφιστῶν 1.2-2
Not analysed yet
διαφορᾶς δὲ αὐτῷ πρὸς Ἀδριανὸν βασιλέα γενομένης οὐδὲν ἔπαθεν. ὅθεν ὡς παράδοξα ἐπεχρησμῴδει τῷ ἑαυτοῦ βίῳ τρία ταῦτα· Γαλάτης ὢν ἑλληνίζειν, εὐνοῦχος ὢν μοιχείας κρίνεσθαι, βασιλεῖ διαφέρεσθαι καὶ ζῆν. τουτὶ δὲ Ἀδριανοῦ ἔπαινος εἴη ἂν μᾶλλον, εἰ βασιλεὺς ὢν ἀπὸ τοῦ ἴσου διεφέρετο πρὸς ὃν ἐξῆν ἀποκτεῖναι. βασιλεὺς δὲ κρείττων, ὅτε χώσεται ἀνδρὶ χέρηι, ἢν ὀργῆς κρατῇ, καὶ θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων, ἢν λογισμῷ κολάζηται. βέλτιον δὲ ταῦτα ταῖς τῶν ποιητῶν δόξαις προσγράφειν τοὺς εὖ τιθεμένους τὰ τῶν βασιλέων ἤθη. ἀρχιερεὺς δὲ ἀναρρηθεὶς ἐς τὰ οἴκοι πάτρια ἐφῆκε μὲν κατὰ τοὺς ὑπὲρ τῶν τοιούτων νόμους, ὡς ἀφειμένος τοῦ λειτουργεῖν, ἐπειδὴ ἐφιλοσόφει, τὸν δὲ αὐτοκράτορα ὁρῶν ἐναντίαν ἑαυτῷ θέσθαι διανοούμενον, ὡς μὴ φιλοσοφοῦντι, ὑπετέμετο αὐτὸν ὧδε· ἐνύπνιόν μοι, ἔφη ὦ βασιλεῦ, γέγονεν, ὃ καὶ πρὸς σὲ χρὴ εἰρῆσθαι· ἐπιστὰς γάρ μοι Δίων ὁ διδάσκαλος ἐνουθέτει με ὑπὲρ τῆς δίκης λέγων, ὅτι μὴ ἑαυτοῖς μόνον, ἀλλὰ καὶ ταῖς πατρίσι γεγόναμεν· ὑποδέχομαι δή, ὦ βασιλεῦ, τὴν λειτουργίαν καὶ τῷ διδασκάλῳ πείθομαι.