Ancient Greek · ~2 min
Book 1, ιζ
Philostratus the Athenian, Βίοι Σοφιστῶν 1.2-6
Not analysed yet
τὰ μὲν οὖν πολιτικὰ ὤκνει καὶ ἀπεφοίτα τῶν ἐκκλησιῶν διά τε τὸ ἐλλιπὲς τοῦ φθέγματος, διά τε τὸν Ἀθήνησιν φθόνον ἀντιπολιτευόμενον αὐτοῖς μάλιστα τοῖς σοφώτερόν τι ἑτέρου ἀγορεύουσιν. ὅμως δʼ οὐκ ἀπεσπούδαζε τῶν κοινῶν· τόν τε γὰρ Φίλιππον, ἐν οἷς πρὸς αὐτὸν ἔγραφεν, Ἀθηναίοις δήπου διωρθοῦτο, καὶ οἷς περὶ τῆς εἰρήνης συνέγραφεν, ἀνεσκεύαζε τοὺς Ἀθηναίους τῆς θαλάττης, ὡς κακῶς ἐν αὐτῇ ἀκούοντας, πανηγυρικός τ̔̓ἐστὶνʼ αὐτῷ λόγος, ὃν διῆλθεν Ὀλυμπίασι τὴν Ἑλλάδα πείθων ἐπὶ τὴν Ἀσίαν στρατεύειν παυσαμένους τῶν οἴκοι ἐγκλημάτων.