# Βίοι Σοφιστῶν 1.2-7

Philostratus the Athenian, Βίοι Σοφιστῶν, Book 1, ιη. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-6/1.2-7

διαβάλλοντος δὲ αὐτὸν Δημοσθένους, ὡς αἴτιον τοῦ Φωκικοῦ πάθους, ἀπέγνωσαν Ἀθηναῖοι τὴν αἰτίαν, ἐπὶ δὲ τῷ καταψηφισθέντι Ἀντιφῶντι ἥλω μὴ κριθείς, καὶ ἀφείλοντο αὐτὸν οἱ ἐξ Ἀρείου πάγου τὸ μὴ οὐ συνειπεῖν σφισιν ὑπὲρ τοῦ ἱεροῦ τοῦ ἐν Δήλῳ. καὶ μὴν καὶ πυλαγόρας ἀναρρηθεὶς οὔπω παρὰ τοῖς πολλοῖς διαπέφευγε τὸ μὴ οὐκ αὐτὸς Ἐλατειᾳ ἐπιστῆσαι τὸν Φίλιππον τὴν Πυλαίαν συνταράξας εὐπροσώποις λόγοις καὶ μύθοις. Ἀθηνῶν δὲ ὑπεξῆλθεν οὐχὶ φεύγειν προσταχθείς, ἀλλʼ ἀτιμίᾳ ἐξιστάμενος, ᾗ ὑπήγετο ὑπὸ Δημοσθένει παὶ Κτησιφῶντι ἐκπεσὼν τῶν ψήφων. ἡ μὲν δὴ ὁρμὴ τῆς ἀποδημίας αὐτῷ παρὰ τὸν Ἀλέξανδρον ἦν, ὡς αὐτίκα ἥξοντα ἐς Βαβυλῶνά τε καὶ Σοῦσα, καθορμισθεὶς δὲ ἐς τὴν Ἔφεσον καὶ τὸν μὲν τεθνάναι ἀκούων, τὰ δὲ τῆς Ἀσίας οὕτω ξυγκεκλυσμένα πράγματα, Ῥόδου εἴχετο, ἡ δὲ νῆσος ἀγαθὴ ἐνσπουδάσαι, καὶ σοφιστῶν φροντιστήριον ἀποφήνας τὴν Ῥόδον αὐτοῦ διῃτᾶτο θύων ἡσυχίᾳ τε καὶ Μούσαις καὶ Δωρίοις ἤθεσιν ἐγκαταμιγνὺς Ἀττικά.

---

Philostratus the Athenian, Βίοι Σοφιστῶν, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg003.local001/.
