Ancient Greek · ~2 min
Book 1, ιη
Philostratus the Athenian, Βίοι Σοφιστῶν 1.3-6
Not analysed yet
τὸν δὲ αὐτοσχέδιον λόγον ξὺν εὐροίᾳ καὶ θείως διατιθέμενος τὸν ἔπαινον τοῦτον πρῶτος ἠνέγκατο. τὸ γὰρ θείως λέγειν οὔπω μὲν ἐπεχωρίασε σοφιστῶν σπουδαῖς, ἀπʼ Αἰσχίνου δʼ ἤρξατο θεοφορήτῳ ὁρμῇ ἀποσχεδιάζοντος, ὥσπερ οἱ τοὺς χρησμοὺς ἀναπνέοντες. ἀκροατὴς δὲ Πλάτωνός τε καὶ Ἰσοκράτους γενόμενος πολλά καὶ παρὰ τῆς ἑαυτοῦ φύσεως ἠγάγετο. σαφηνείας τε γὰρ φῶς ἐν τῷ λόγῳ καὶ ἁβρὰ σεμνολογία καὶ τὸ ἐπίχαρι σὺν δεινότητι καὶ καθάπαξ ἡ ἰδέα τοῦ λόγου κρείττων ἤ μιμήσει ὑπαχθῆναι.