# Βίοι Σοφιστῶν 1.3-7

Philostratus the Athenian, Βίοι Σοφιστῶν, Book 1, κα. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philostratus-the-athenian/text-6/1.3-7

Ἐφοίτησε δὲ τοὺς ῥητορικοὺς τῶν λόγων παρὰ τὸν Σμυρναῖον Νικήτην μελετήσαντα μὲν ἐπιφανῶς, πολλῷ δὲ μεῖζον ἐν δικαστηρίοις πνεύσαντα. δεομένων δὲ τῶν Κλαζομενίων τὰς μελέτας αὐτὸν οἴκοι ποιεῖσθαι καὶ προβήσεσθαι τὰς Κλαζομενὰς ἐπὶ μέγα ἡγουμένων, εἰ τοιοῦτος δὴ ἀνὴρ ἐμπαιδεύσοι σφίσιν, τουτὶ μὲν οὐκ ἀμούσως παρῃτήσατο τὴν ἀηδόνα φήσας ἐν οἰκίσκῳ μὴ ᾅδειν, ὥσπερ δὲ ἄλσος τι τῆς ἑαυτοῦ εὐφωνίας τὴν Σμύρναν ἐσκέψατο καὶ τὴν ἠχὼ τὴν ἐκεῖ πλείστου ἀξίαν ᾠήθη. πάσης γὰρ τῆς Ἰωνίας οἷον μουσείου πεπολισμένης ἀρτιωτάτην ἐπέχει τάξιν ἡ Σμύρνα, καθάπερ ἐν τοῖς ὀργάνοις ἡ μαγάς.

---

Philostratus the Athenian, Βίοι Σοφιστῶν, ed. Carl Ludwig Kayser. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0638.tlg003.local001/.
